Κανὼν τῆς Πεντηκοστῆς
Ἰαμβικός. Ἦχος δʹ.
Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ,
* Ἐῤῥητόρευσε τὸν θεογράφον νόμον· *
Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, *
Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος *
Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.
ᾨδὴ γʹ. Ἦχος βαρύς.
«Τὴν ἐξ ὕψους δύναμιν» τοῖς Μαθηταῖς,
Χριστέ, «ἕως ἂν ἐνδύσησθε» ἔφης, «καθίσατε
ἐν Ἱερουσαλήμ· ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον
ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρὸς
ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε.»
Ἰαμβικός. Ἦχος δʹ.
Ἔῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,
* Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,
* Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι *
Ἄννης, φερούσης πνεῦμα συντετριμμένον, *
Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων.
ᾨδὴ δʹ. Ἦχος βαρύς.
Κατανοῶν ὁ Προφήτης, τὴν ἐπʼ ἐσχάτων
σου Χριστὲ ἔλευσιν, ἀνεβόα· Τὴν σὴν
εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ
σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας.
Ἰαμβικός. Ἦχος δʹ.
Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος, *
Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου. *
Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις, *
Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης, *
ᾌδουσι· Δόξα τῷ κράτει σου, Κύριε.
ᾨδὴ εʹ. Ἦχος βαρύς.
Is. 26.17-18Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε,Is. 26.17-18
Is. 26.17-18ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆςIs. 26.17-18
γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας
ἐγκαινίζεται· φῶς γὰρ καὶ εἰρήνη,
Is. 26.9,12διότι τὰ σὰ προστάγματα.Is. 26.9,12
Ἰαμβικός. Ἦχος δʹ.
Λυτήριον κάθαρσιν ἀμπλακημάτων,
* Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,
* Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας· *
Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος, *
Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.
ᾨδὴ Ϛʹ. Ἦχος βαρύς.
Ναυτιῶν τῷ σάλῳ τῶν βιοτικῶν μελημάτων,
συμπλόοις ποντούμενος ἁμαρτίαις,
καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος,
ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι·
Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.
Ἰαμβικός. Ἦχος δʹ.
Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία, *
Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου, *
Ἵνʼ ὡς Προφήτην θηρὸς ἐκ θαλατίου, *
Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς, *
Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα.
ᾨδὴ ζʹ. Ἦχος βαρύς.
Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι
Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς
ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε,
ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ἰαμβικός. Ἦχος δʹ.
Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,
* Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας·
* Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,
* Σεβασμιάζει τοῦ βοᾷν· Τριὰς μόνη, *
Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ.
ᾨδὴ ηʹ. Ἦχος βαρύς.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα,
βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ
δυσήχῳ Μωσεῖ· καὶ Παῖδας ζῆλος Θεοῦ,
τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε·
Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἰαμβικός. Ἦχος δʹ.
Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,
* Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος, *
Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον, *
Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην, *
ἡ δημιουργηθεῖσα σύμπασα κτίσις.
ᾨδὴ θʹ. Κανὼν Αʹ.
Ἦχος βαρύς. Ὁ Εἱρμός.
Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα,
καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα,
Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε,
δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου
Πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.
Ἐπιπαφλάζοντος πάλαι πυρίνου ἅρματος,
ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος,
τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν ἐδήλου,
ἐξ ὕψους Ἀποστόλοις, ὑφʼ ἧς καταλαμφθέντες,
τὴν Τριάδα πᾶσιν ἐγνώρισαν.